Παρασκευή 20 Σεπτεμβρίου 2013

Κατα Ματθαιον.(ΚΕΦΑΛΑΙΟΝ 23)Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί.

Κατα Ματθαιον.ΚΕΦΑΛΑΙΟΝ 

23.

1 Τότε ὁ ᾿Ιησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ 2 λέγων· ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. 3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γάρ, καὶ οὐ ποιοῦσι. 4 δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά. 5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν,

6 φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς 7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ραββὶ ραββί. 8 ὑμεῖς δὲ μὴ κληθῆτε ραββί· εἷς γὰρ ὑμῶν ἐστιν ὁ διδάσκαλος, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. 9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατήρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς. 10 μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ Χριστός. 11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. 12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. 13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα. 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. 15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. 16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. 17 μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν; 18 καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. 19 μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; 20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· 21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν· 22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. 23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. 24 ὁδηγοὶ τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες! 25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας. 26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν. 27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. 28 οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας. 29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, 35 ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος ῎Αβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
ΜΕΤΑΦΡΑΣΗ''
Τότε ὁ Ἰησοῦς στράφηκε στόν ἁπλό λαό καί στούς μαθητές Του καί τούς εἶπε:
Οἱ γραμματείς καί οἱ Φαρισαῖοι ἔχουν καθίσει στήν καθέδρα τοῦ Μωϋσῆ. Αὐτά πού σᾶς λένε νά τηρεῖ-τε, νά τά τηρεῖτε καί νά τά κάνετε ὅλα! Αὐτά ὅμως πού ἐκεῖνοι κάνουν, σεῖς νά μή τά κάνετε! Γιατί διδάσκουν σωστά· ἀλλά δέν ἐνεργοῦν σωστά!
Ἐτοιμάζουν φορτία βαριά καί δυσβάστακτα· καί τά φορτώνουν στούς ὤμους τῶν ἄλλων· ἐνῶ ἀπό τή δική τους πλευρά δέν δείχνουν προθυμία νά «βάλουν» οὔτε τό μικρό τους δάχτυλο!
Ὅλα τά ἔργα τους τά κάνουν με κριτήριο τήν ἐντύπωση πού θά προκαλέσουν στούς ἄλλους.
• Φτιάχνουν μεγάλα τά φυλαχτά τους καί ὅσο πιο ὡραῖα μποροῦν τά κράσπεδα τῶν ἱματίων τους!
• Ἐπιδιώκουν τήν πρώτη θέση στα ἐπίσημα γεύματα· τό ἐπισημότερο κάθισμα στίς συναγωγές· τούς χαιρετισμούς στούς δρόμους· καί νά τούς φωνάζουν: διδάσκαλε! Σεῖς λοιπόν νά μή ἐπιδιώκετε νά σᾶς λένε «διδάσκαλε»! γιατί ἕνας εἶναι ὁ διδάσκαλός σας, ὁ Χριστός· σεῖς ὅλοι εἶσθε μεταξύ σας ἀδελφοί. Καί νά μή λέτε κανένα ἐπάνω στήν γῆ «πατέρα» σας· γιατί ἕνας εἶναι ὁ πατέρας σας, ὁ ἐπουράνιος Πατέρας! Οὔτε καθηγητές (=ἡγέτες) νά δεχθῆτε νά σᾶς φωνάζουν: γιατί ἕνας εἶναι ὁ καθηγητής (ὁ ἡγέτης) σας, ὁ Χριστός. Καί ἐκεῖνος πού ἀνάμεσά σας εἶναι ὁ με-γαλύτερος, νά εἶναι ὑπηρέτης σας.
• Καί νά μή τό ξεχνᾶτε ποτέ· ὅτι ὅποιος ἐξυ-ψώνει τόν ἑαυτό του, θά ταπεινωθῆ· καί ὅποιος ταπεινώσει τόν ἑαυτό του, θά ἐξυψωθῆ!
• Οὐαί σέ σᾶς, γραμματεῖς καί Φαρισαῖοι ὑπο-κριτές. Ἔχετε καταφάει τά σπίτια τῶν χηρῶν μέ τήν πρόφαση μακρᾶς προσευχῆς· μά γι’αὐτό θά ἔχετε περισσότερο κρῖμα!
• Οὐαί σέ σᾶς, γραμματεῖς καί Φαρισαῖοι ὑπο-κριτές· γιατί κλείνετε γιά τούς ἀνθρώπους τήν θύρα γιά τήν βασιλεία τῶν οὐρανῶν. Σεῖς ἔτσι καί ἀλλιῶς δέν μπαίνετε· μά καί δέν ἀφήνετε νά μποῦν τουλάχιστον ἐκείνους πού τό θέλουν!
• Οὐαί σέ σᾶς, γραμματεῖς καί Φαρισαῖοι ὑπο-κριτές· διασχίζετε ὅλη τήν θάλασσα καί τήν ξη-ρά, γιά νά κάμετε ἕναν εἰδωλολάτρη ἄνθρωπο Ἰσραηλίτη· καί ὅταν τό καταφέρετε, τόν κάνετε υἱό γεένης διπλάσια ἀπό ὅ,τι εἶσθε σεῖς.
• Οὐαί σέ σᾶς, ὁδηγοί τυφλοί! Σεῖς λέτε: Ἐάν ἕνας ἄνθρωπος ὁρκιστῆ στόν Ναό, δέν χρωστάει κανενός τίποτε· μά ἐάν ὁρκιστῆ στό χρυσάφι πού εἶναι στόν Ναό, τότε χρωστάει! Ἀνόητοι καί τυφλοί! ποιό εἶναι τό μεγαλύτερο; ὁ χρυσός ἤ ὁ Να-ός πού ἁγιάζει τόν χρυσό; Καί ἄν ἕνας ἄνθρωπος ὁρκιστῆ στό θυσιαστήριο, δέν ὀφείλει τίποτε! μά ἄν ὁρκιστῆ σέ κάποιο δῶρο πού προσφέρουν στό θυσιαστήριο, τότε ὀφείλει! Ἀνόητοι και τυφλοί! ποιο εἶναι πιό μεγάλο; τό δῶρο ἤ τό θυσιαστήριο πού ἁγιάζει το δῶρο μας; Καταλάβετέ το: Ἐκεῖνος πού ὁρκίζεται στό θυσιαστήριο, ὁρκίζεται καί σ’αὐτό καί σέ ὅλα ἐκεῖνα πού γίνονται ἐπάνω σ’ αὐτό. Καί ὅποιος ὁρκίζεται στόν Ναό, ὁρκίζεται καί σ’αὐτόν καί σ’ Ἐκεῖνον πού κατοικεῖ στόν Ναό. Καί ἐκεῖνος πού ὁρκίζεται στόν οὐρανό, ὁρκίζεται στόν θρόνο τοῦ Θεοῦ καί σ’ Ἐκεῖνον πού κάθεται ἐπάνω σ’αὐτόν.
• Οὐαί σέ σᾶς, γραμματεῖς καί Φαρισαῖοι ὑπο-κριτές, πού φιλοτιμεῖσθε ἀκόμη καί ἀπό τό δυόσμο καί τό κύμινο καί τόν ἄνηθο νά δίνετε τό ἕνα δέκατο στόν Ναό, ἀλλά ξεχνᾶτε νά τηρεῖτε τίς πιό μεγάλες ἐντολές τοῦ Νόμου: τήν ὀρθή κρίση, τήν εὔσπλαγχνη διάθεση καί τήν πίστη! Καί βέβαια, αὐτά ἔπρεπε νά τά κάνετε. Μά καί ἐκεῖνα δέν ἔπρεπε νά τά λησμονεῖτε! Ὁδηγοί τυφλοί, πού στραγγίζετε ὅ,τι πρόκειται νά πιεῖτε, γιά νά μή καταπιεῖτε κανένα κουνοῦπι, καί καταπίνετε τήν γκαμήλα!
• Οὐαί σέ σᾶς, γραμματεῖς καί Φαρισαῖοι ὑπο-κριτές, πού πλένετε τό ποτήρι καί τό πιάτο σας ἀπ’ ἔξω· καί τό ἀφήνετε ἀπό μέσα γεμᾶτο ἁρπα-γές καί ἀδικίες. Φαρισαῖε τυφλέ, καθάρισε πρῶτα τό ποτήρι σου καί τό πιάτο σου ἀπό μέσα, γιατί μόνο τότε θά γίνει καί ἡ ἐξωτερική τους ὄψη καθαρή.
• Οὐαί σέ σᾶς, γραμματεῖς καί Φαρισαῖοι ὑπο-κριτές, πού μοιάζετε μέ ἀσπρισμένους τάφους, πού ἀπό ἔξω φαίνονται ὡραῖοι· μά ἐσωτερικά εἶ-ναι γεμᾶτοι νεκρά κόκκαλα καί κάθε εἴδους βρῶ-μα! Ἔτσι καί σεῖς ἀπό ἔξω δίνετε τήν ἐντύπωση ὅτι εἶσθε δίκαιοι καί καλοί ἄνθρωποι, ἐνῶ ἀπό μέσα εἶσθε γεμᾶτοι ὐποκρισία καί ἁμαρτία!
• Οὐαί σέ σᾶς, γραμματεῖς καί Φαρισαῖοι ὑπο-κριτές· φτιάχνετε τούς τάφους τῶν προφητῶν καί στολίζετε τά μνημεῖα τῶν ἐναρέτων ἀνδρῶν, καί λέτε: Ἄν ἐζούσαμε ἐμεῖς τότε πού ἐζοῦσαν οἱ πατέρες μας, θά διεχωρίζαμε τήν θέση μας· δέν θά γινόμαστε συμμέτοχοί τους στό αἷμα τῶν προφητῶν! Μέ ἄλλα λόγια, τό παραδέχεσθε ὅτι εἶσθε ἀπόγονοι ἐκείνων πού ἐφόνευσαν τούς προφῆτες! Ἤρθε λοιπόν ἡ ὥρα νά συπληρώσετε τό μέτρο τῶν πατέρων σας, κάνοντας σεῖς κάτι περισσότερο ἀπό αὐτούς! Φίδια, γεννήματα ἐχιδ-νῶν! Πῶς νά γλυτώσετε ἀπό τήν τιμωρία τῆς γέενας μέ τέτοια μυαλά;
Γι’ αὐτό Ἐγώ σᾶς στέλνω ἀληθινούς προφῆτες καί ἀληθινούς σοφούς, καί ἀληθινούς γραμματεῖς. Καί μερικούς ἀπό αὐτούς θά τούς σκοτώσετε καί θά τούς σταυρώσετε σεῖς. Καί ἄλλους ἀπό αὐτούς θά τούς μαστιγώσετε στίς συναγωγές σας καί θά τούς κυνηγᾶτε ἀπό πόλη σέ πόλη· γιά νά ἔλθει ἐπάνω σας κάθε αἷμα δίκαιο, πού χύθηκε στήν γῆ, ἀπό τό αἷμα τοῦ δικαίου Ἄβελ, μέχρι τό αἷμα τοῦ Ζαχαρίου τοῦ υἱοῦ τοῦ Βαραχίου, πού τόν έσκοτώσατε ἀνάμεσα στόν Ναό καί στό θυσιαστήριο. Σᾶς λέγω τήν ἀλήθεια. Ὅλα αὐτά θά ξεσπάσουν στήν γενεά αὐτή.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου